Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.35 Dem. 58.38 (English) >>Dem. 58.41

58.37τούτων τῶν ψηφισμάτων, ἄνδρες δικασταί, μενόντων κατὰ χώραν ἁλόντων (οὐδὲν γὰρ ἔμοιγε διαφέρει) τί πόλις κερδαίνει βλάπτεται; ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι. τοὺς γὰρ Αἰνίους φασὶν οὐδὲ προσέχειν τῇ πόλει, τοῦτο δὲ γεγονέναι διὰ Θεοκρίνην τουτονί. συκοφαντούμενοι γὰρ ἐν ἐκείνοις τοῖς χρόνοις ὑπὸ τούτου, ἐν οἷς οἱ μὲν ἐφιλίππιζον, οἱ δʼ ἠττίκιζον αὐτῶν, καὶ πυνθανόμενοι γεγράφθαι τὸ ψήφισμα παρανόμων Χαρῖνος πρότερον ἐγράψατο, τοῦτο τὸ περὶ τῆς συντάξεως, Θουκυδίδης εἶπε, καὶ πέρας τῶν πραγμάτων οὐδὲν γιγνόμενον, 58.38ἀλλὰ τὸν μὲν δῆμον συγχωροῦντα τὴν σύνταξιν διδόναι τοὺς Αἰνίους ὅσην Χάρητι τῷ στρατηγῷ συνεχώρησαν, τοῦτον δὲ τὸν μιαρὸν παραδεξάμενον Χαρίνῳ τῷ προδότῃ ταὐτὰ πράττειν, ὅπερ ἦν ἀναγκαῖον αὐτοῖς, τοῦτʼ ἔπραξαν· εἵλοντο γὰρ τῶν παρόντων κακῶν τὰ ἐλάχιστα. καίτοι τί χρὴ νομίζειν αὐτοὺς πάσχειν ὑπὸ τῶν ἐνθάδε γραφομένων, οἷς ἦν αἱρετώτερον φρουρὰν ὑποδέχεσθαι καὶ βαρβάρων ἀκούειν, ὑμῶν ἀποστάντας; ἀλλʼ οἶμαι τὴν τούτων πονηρίαν ὑμεῖς μόνοι δύνασθε φέρειν, ἄλλος δʼ οὐδεὶς τῶν Ἑλλήνων.

58.39ὅτι μὲν οὖν οὔτε διὰ τὰς γραφὰς τὰς ἀνεγνωσμένας οὔτε διʼ ἄλλην αἰτίαν οὐδεμίαν ἄξιόν ἐστιν παρὰ πάντας τοὺς νόμους τοὺς περὶ τῶν ἐνδείξεων ἀφεῖναι Θεοκρίνην, σχεδὸν καὶ διὰ τῶν εἰρημένων φανερόν ἐστιν. ἐγὼ δὲ τὰς μὲν τούτων προφάσεις, ἄνδρες δικασταί, καὶ τὰς κατηγορίας καὶ τὰς προσποιήτους ταύτας ἔχθρας οὐ λανθάνειν ὑμᾶς νομίζω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.35 Dem. 58.38 (English) >>Dem. 58.41

Powered by PhiloLogic